Ancient Greek
P.Oslo 2 44
Documentary Papyri, P.Oslo 2 44
Not analysed yet
Λολλιανὴ ἡ καὶ Πλουτίενα διʼ ἐμοῦ Θωνίου προνοητοῦ Παπνουτίῳ γεωργῷ χαίρειν. ἔσχον παρὰ σοῦ ὑπὲρ ὧν γεωργεῖς γενήματος ιβ ἰνδικτίωνος πυροῦ ἀρτάβας δύο τέταρτον χοίνικες ἕξ, γίνονται πυροῦ ἀρτάβαι β δ χοίνικες ϛ, καὶ ἀργυρίου δραχμὰς ὀκτακοσίας καὶ τὸ κρέας καὶ τὸ ἄχυρον. ἔτους ιθ καὶ ιζ καὶ θ Θὼθ ϛ. ὁ αὐτὸς Θώνιος σεσημείωμαι. ὁ αὐτὸς καὶ ὑπὲρ γενήματος ιγ ἰνδικτίωνος. παρέσχεν Παπνοῦθις πυροῦ ἀρτάβας δύο τέταρτον χοίνικες ἕξ, γίνονται πυροῦ ἀρτάβαι β δ χοίνικες ϛ καὶ τὸν ἀργυρικὸν φόρον δραχμὰς ω καὶ τὸ αἱροῦν σου τοῦ κρέως καὶ ἀχύρου. ἔτους ιθ καὶ ἔνατον καὶ α Ἐπεὶφ λ ὁ αὐτὸς Θώνιος προνοητὴς σεσημείωμαι