Ancient Greek
P.Oslo 2 47
Documentary Papyri, P.Oslo 2 47
Not analysed yet
Διονύσιος Θέωνι τῶι φιλτάτωι πλεῖσταχαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. ὡς ἐμνήσθης μοι περὶ ὀψαρίου ἀγοράσαι, ἔδωκα φίλῳ μου ἀγοράσαι δραχμῆς χοίρους ξ. ἔδωκεν τῷ παρὰ σοῦ. καὶ αὐτὸς δὲ ἠγόρασεν δραχμῆς χοίρους λ. καὶ σφυρίδαν αὐτῷ δέδωκα. ὅρα μή σε παραλογίσηται ,ὡς κοινῶς ἠγορακέναι παραλελόγισται. αὐτὸς ἀγοράζων οὐκ ἔλαβεν εἰ μὴ χοίρους λ, σὺ δὲ ξ. καὶ ἀπόστειλόν μοι κυάμου ἀντὶ φακοῦ ἀρτάβας πέντε . τὰ δʼ ἄλλα ἐπιμέλου σεαυτοῦ ἵνα ὑγιαίνῃς. ἀσπάζου τοὺς σοὺς πάντας, Ἡρακλῆν Πετάλου. ἔρρωσο. ἔτους λ Καίσαρος Μεσορὴ λ. καὶ τὴν σφυρίδαν ἀπόστειλόν μοι διὰ Ἀνδροῦν. ἀπόδος Θεωνᾶτι