Ancient Greek
P.Oslo 2 48
Documentary Papyri, P.Oslo 2 48
Not analysed yet
……μονον τιμὴν τῶν το… ταψ…ῆσαι τῷ ὀνηλάτῃ αἰτοῦσιν …ς… αὐτὸν ὅτι καθάπαξ κλέπτουσιν. παρακαλῶ σε οὖν πέμψαι Ἑρμανίᾳ τῶι μετὰ τοῦ ὄνου εχ εἴκοσι ζεύγη καὶ καλάθιν ἓν ἀσκαλιῶν καὶ φοινίκια μοὶ πέμψον. καὶ περὶ τοῦ ἐνοικίου, ἐπεὶ ἡ ἔνοικος ἡμᾶς χειμάζει, τί γάρ σε βλάπτει δοῦναι αὐτῇ ἐπέχειν αὐτὸ; καὶ ἐὰν ἔχῃς βακάνια, πέμψον ἡμῖν ἀρτάβας ἕνδεκα καὶ δύο δραχμὰς εἰς δαπάνην. καὶ εἰ μεταβάλλῃ τὸν πυρὸν, ἐπεῖγε καταβῆναι διὰ τὸ πόδωμα τὸ τῶν κ ἀρταβῶν. ἀσπάζου Ἀφυνμοῦ καὶ τὴν μητέρα μου καὶ τοὺς ἐν οἴκῳ πάντας. ἔρρωσο. ἔτους ζ Νέρωνος τοῦ κυρίου Τῦβι ιδ