Ancient Greek
P.Oslo 2 49
Documentary Papyri, P.Oslo 2 49
Not analysed yet
Σεραπίων Ποταμῶνι τῷ φιλτάτῳ χαίρειν. πρὸ πάντων ἥγημαι διʼ ἐπιστολῆς σε ἀσπάσασθαι. παρακληθεὶς οὖν, φίλτατε, γράψεις μοι περὶ τῆς παρὰ σοὶ ἀγορᾶς· ἡ γὰρ ἐν τῷ Ὀξυρυγχείτῃ ἀλλοῖά ἐστι περιέργων· ἐντολαὶ γὰρ καθʼ ἡμέραν ἐκεῖ ἔρχονται. ἀσπάζου τοὺς σοὺς πάντας καὶ τὸν κύριον Ἀπολλώνιον, τὸν μόνον φίλον. ἔρρωσο. Ἀπολλωνίῳ φιλτάτῳ πλεῖστα …