Ancient Greek
P.Oslo 2 62 descr.
Documentary Papyri, P.Oslo 2 62
Not analysed yet
Διοσκουρίδης Εὐδαιμονίδι τῆι γλυκυτάτηι ἀδελφῇ χαίρειν. ἀσπάζομαί σε, ἀδελφή, διὰ τούτων μου τῶν γραμμάτων καὶ εὔχομαι πᾶσι τοῖς θεοῖς εὐθέως ἐπανελθόντα με καταλαβεῖν σε ὑγιαίνουσαν. τῷ λαμπροτάτῳ ἡγεμόνι προσῆλθον. προσεδέξατο τὸ πρᾶγμα εἰπὼν ἀκούσεσθαι τῷ καταπλόῳ. καὶ μέχρι τῆς Κοπτοῦ γείνομαι μετὰ τοῦ κρατίστου Σεουήρου καὶ ἐκεῖθεν θεῶν θελόντων ἐπανέρχομαι πρὸς σέ. ἡγοῦμαι ὅτι ὁ οἶνος τοῦ νομάρχου τῆς Σιναρὺ πέπρακται καλίστης τιμῆς. εἰ δὲ μή καλίστης …καὶ ὁ οἶνος …Εὐδαιμονίδι ἀδελφῇ ἀπὸ Διοσκουρίδου. …