Ancient Greek
P.Oslo 2 63
Documentary Papyri, P.Oslo 2 63
Not analysed yet
……ἀρτάβη τοῦ χ…ρ…ρ…πωλεῖται δραχμῶν πϛ, εὗρον ὡς τῆς ἀρτάβης δραχμῶν ξ. καὶ καθὼς ἐπέθου μοι περὶ τῆς τιμῆς τοῦ οἴνου ὅτι· ἠπώλησον ἐκ δραχμῶν θ κεράμιον α, ὡς ἄρτι οὐδὲ εἷς ἠγόρασεν. δέδωκα δὲ ἕως τῆς θερείας κεράμια ἀριθμῷ οε ὡς τῶν ἑκατὸν δραχμῶν χιλίων ,καθὼς εἶπας. εἰ θέλεις πέμψαι ἐπὶ τὸν ἄνθρωπον τὸν εὑρεθέντα ἐν τῷ χωρίῳ, πέμψον ἐπεὶ προσδοκᾷ φυγεῖν. ἐρρῶσθαί σε εὔχομαι …ἀπὸ …φροντιστοῦ.