Ancient Greek
P.Oslo 3 134
Documentary Papyri, P.Oslo 3 134
Not analysed yet
Αὐρήλιος Ὡρ… μητρὸς Αὐρηλίας ἀπʼ Ἀπόλλωνος πόλεως τοῦ Ἀπολλωνοπολείτου Αὐρηλίῳ Παλιεῦτι Σώιτος μητρὸς Βηλίσιος ἀπὸ κώμης Ἀλαβαντίδος τοῦ Ἑρμοπολείτου νομοῦ δημοσίῳ ὀνηλάτῃ χαίρειν. πέπρακά σοι πῶλον ὀνικὸν ἄρρενα λευκόχροον γεννηθέντα μοι ὑπὸ τῆς ὑπαρχούσης μοι ὄνου τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν τριάκοντα δύο, γίνονται δραχμαὶ ρλβ …