Ancient Greek
P.Oslo 3 135
Documentary Papyri, P.Oslo 3 135
Not analysed yet
ὁμολογοῦσιν Αὐρήλιος Σεύθης γυμνασίαρχος βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως καὶ Αὐρήλιος Ἡρακλῆς βουλευτὴς Ἀλεξανδρεὺς καὶ ταμίας …τικῶν χρημάτων τῆς αὐτῆς πόλεως ὀνηλάτης ὁ μὲν Σεύθης μεμισθωκέναι ἰδικὰ καὶ ἐργατικὰ κτήνη τῷ Ἡρακλεῖ ἐπὶ τῷ τελέσειν αὐτὸν ὀνηλατικὴν ἐργασίαν ὑπὲρ τοῦ Σεύθου ἀπὸ Μεσορὴ καὶ αὐτοῦ τοῦ Μεσορὴ τοῦ ἐνεστῶτος …καὶ …ἔτους ἐπʼ ἐνιαυτὸν ἕνα μισθοῦ τοῦ κατὰ μῆνα ἕκαστὸν ἀργυρίου μὲν δραχμῶν …,κριθῆς δὲ μέτρῳ δεκάτῳ ἀρτάβης μιᾶς …ὁ δὲ Ἡρακλῆς ἐσχηκέναι παρὰ τοῦ Σεύθου ὑπὲρ μισθοῦ τοῦ ἐνιαυσίου χρόνου τὰς κριθῆς ἀρτάβας δώδεκα ἀριθμῷ πλήρης, πρὸς ἃς ἔσχεν ὁ Ἡρακλῆς ἐν προχρείᾳ παρὰ τοῦ Σεύθου …κριθῆς ἀρτάβην μίαν …καὶ πυροῦ ἀρτάβας πέντε …ας καὶ τὴν προχρείαν ἀναδώσειν εἰς λόγον ἀργυρίου καινοῦ Σεβαστῶν νομίσματος …καὶ παραλήμψεται ὁ Ἡρακλῆς τὴν λειτουργίαν τῆς ὀνηλασίας ἀντὶ τοῦ Σεύθου· τὰ δὲ ἰδικὰ καὶ ἐργατικὰ κτήνη μετὰ τὸν ἐνιαύσιον χρόνον ἀποκαταστήσει ὁ Ἡρακλῆς τῷ Σεύθει …π…εστ… τοῦ Ἡρακλέους …ου παρα…ι…ιν τὰ ἐνγεγραμμένα. κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν καὶ ἐπερωτηθέντες ὡμολόγησαν. ἔτους …καὶ …τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ …Αὐρήλιος Σεύθης εὐδοκῶ πᾶσι τοῖς προκειμένοις καὶ ἐπερωτηθεὶς ὡμολόγησα.