Ancient Greek
P.Oslo 3 137
Documentary Papyri, P.Oslo 3 137
Not analysed yet
Θερμούθι Διδυμιανοῦ παρὰ Οὐτε…ς τοῦ Παπείτου καὶ Ἡρακλήου τοῦ ανχώφιος τῶν δύο τῶν ἀπὸ Καρανίδος. ἐπεὶ μεμισθώμεθα παρὰ σοῦ ἐν τῷ ἐνεστῶτι ἔτει ἃς καὶ σὺ γεωργεῖς περὶ Καρανίδα ἐπὶ συνορίας Θεογένους βασιλικῆς γῆς ἀρούρας τρεῖς καὶ κατεσπάρκαμεν λίνῳ ἐν τῷ δέοντι καιρῶι ἐπιτελέσαντες τὰ καθήκοντα ἔργα, συνέβη δὲ τὸν σπόρον κακοφυῆ γενέσθαι καὶ μὴ συσσῴζειν τὰ ἐκφόρια, ἀξιοῦμέν σοι, ἐάν σοι φαίνηται, ἀπολῦσαι ἡμᾶς τῆς μισθώσεως, καὶ ἀπειπόμεθα τῶν μισθῶν καὶ τῶν ἔργων, καὶ ἐκβαίνειν ἑκουσίως καὶ αὐθαιρέτως. εὐτύχει. …τ …