Ancient Greek
P.Oslo 3 138
Documentary Papyri, P.Oslo 3 138
Not analysed yet
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ. ἐμίσθωσεν Ἱέραξ Πεσούριος ἄρξας βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Ὡρίωνι Θεοδώρου ἀπὸ τῆς αὐτῆς πόλεως …ἐπὶ χρόνον ἔτη τρία ἔτι ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ ἐνεστῶτος ιη ἔτους καὶ ιϛ ἔτους καὶ η ἔτους ἀπὸ τοῦ ὑπάρχοντος αὐτῷ μέρους οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς ἐπʼ ἀμφόδου Κρητικοῦ ἐκ ἑαυτοῦ βαφείου τόπον ἕνα ἐπίπεδον σὺν χρηστηρίοις πᾶσι ἐνοικίου κατʼἔτος ἀργυρίου δραχμῶν τρισχιλίων ,βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τὸ ἐνοίκιον ἐνιαυσίως διʼ ἑξαμήνου τὸ ἥμισυ καὶ χράσθω τῷ αὐτῷ τόπῳ σὺν εἰσόδοις καὶ ἐξόδοις ἐπὶ τὸν χρόνον ἀκωλύτως καὶ ἀμέμπτως παραδότω ὡς παρείληφε. κυρία ἡ μίσθωσις καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ὑπατείας τῆς αὐτῆς Χοίακ κ. Ὡρίων μεμίσθωμαι τὸν τόπον καὶ ἀποδώσω τὸ ἐνοίκιον ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.