Ancient Greek
P.Oslo 3 93
Documentary Papyri, P.Oslo 3 93
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ὀάσεως Ἑπτανομίας Χαιρήμων Ἰναρωοῦτος μητρὸς Θαήσιος τῆς Παλώχεως. δοθεὶς ὑπὸ τοῦ τῆς Λευκ κωμάρχου εἰς νυκτοφυλακίαν τῆς αὐτῆς πόλεως ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην ἀντιλήψεσθαι τῆς χρείας ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. παρεσχόμην δὲ ἐνγυητὴν εἰς τοῦτο Ἰναρωοῦν Ἰναρωοῦτος μητρὸς Ἡρακλείας ἀπὸ τῆς αὐτῆς πόλεως, ὃς καὶ αὐτὸς παρὼν ὀμνύει τὸν ἑαυτοῦ υἱὸν ἐνγυᾶσθαι τὸν Χαιρήμονα ἐκτελοῦντα τὴν νυκτοφυλακίαν, ὡς πρόκειται. εἰ δὲ μή, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενῶ, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ …Χαιρήμων ὁ προκείμενος ὀμνύω ἀντιλήμψεσθαι τῆς χρείας ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ……η… …κ…