Ancient Greek
P.Oslo 3 94
Documentary Papyri, P.Oslo 3 94
Not analysed yet
Ἀπολλώνιος Ἀπολλωνίου ……καὶ ἱερεὺς Διὸς καὶ Ἥρας καὶ Ἀταργάτιδος καὶ Κόρης καὶ Διονύσου καὶ τῶν συννάων θεῶν καὶ κωμαστὴς προτομῶν τῶν κυρίων Σεβαστῶν καὶ τῆς Νείκης Φαυστείνῃ Φαύστου τῶν κεκοσμητευκότων τῆς Ὀξυρύγχων πόλεως χαίρειν· ὁμολογῶ ἔχειν παρά σου ἐκ πλήρους τὰ ὀψώνια τὰ ὀφειλόμενα ὧν χρόνων ἐφρόντισά σου μέχρι τῆς ἐνεστώσης ἡμέρας. κυρία δὲ ἡ ἀποχὴ οὖσά μου Ἀπολλωνίου τοῦ Ἀπολλωνίου πανταχοῦ ἐπιφερομένη καὶ παντὶ τῷ ἐπιφέροντι …ἔτους πέμπτου …