Ancient Greek
P.Oslo 3 95
Documentary Papyri, P.Oslo 3 95
Not analysed yet
Πείσιδι στρατηγῷ παρὰ Θέωνος τοῦ Ἁρπαήσιος ἰατροῦ τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. τῇ μιᾷ καὶ εἰκάδι Σεβαστῇ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ πεντεκαιδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἐπετράπη μοι ὑπό σου διὰ Λόχου τοῦ Ὀννώφριος ὑπηρέτου ἐπιδεῖν Ἀλεξάνδραν δούλην Κλαυδίας Διονυσίας. ἐπιδὼνοὖν ταύτην ἐπακολουθοῦντος τοῦ ὑπηρέτου εὗρον ἐπὶ τῷ μέσῳ δακτύλῳ τραῦμα, ὃ καὶ θεραπεύω, καὶ συνδρομὴν αἵματος ἐπὶ τῷ μαστῷ καὶ ἐξεμοῦσαν καὶ πυρέττουσαν. διὸ προσφωνῶ. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαρμοῦθι …