Ancient Greek
105.17 to 105.22
Documentary Papyri, P.Oxy. 1 105.17-22
Not analysed yet
πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσεος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν τεσσαράκοντα ὀκτὼ ,οὐλὴ πήχει ἀριστερῷ, ἡ δὲ σφραγίς μού ἐστιν …Ἁρποκράτου ἐπὶ κιβωρτωι. Ἡρᾶς ὁ καὶ Σάιος Ζηνᾶτος τοῦ Ἡρᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν …,οὐλὴ ἀντικνημίωι δεξιῶι, καὶ ἔστι μου ἡ σφραγὶς προτομὴ φιλοσόφου. Διονύσιος Διονυσίου τοῦ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν τεσσαράκοντα ἕξ ,οὐλὴ παρὰ κρόταφον δεξιόν, καὶ ἔστι μου ἡ σφραγὶς Διονυσοπλάτωνος. μνημονείου Ὀξυρύγχων πόλεως. ἔτους …Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι ιγ. …διαθήκη Πεκύσιος Ἑρμοῦ τοῦ Πεκύσιος μητρὸς Διδύμης Φιλώτου ἀπʼ Ὀξυρύγχων πόλεως.