Ancient Greek
P.Oxy. 1 106
Documentary Papyri, P.Oxy. 1 106
Not analysed yet
ἀγορανόμοις Ὀξυρύγχων πόλεως Ἀπολλώνιος Πτολεμαίου ὑπηρέτης. ἀπήγγειλα ὑμῖν τὸν τοῦ νομοῦ στρατηγήσαντα Δημήτριον συντεταχέναι ἀναδοῦναι Πτολέμᾳ Στράτωνος μητρὸς Διονυσίας ἀπʼ Ὀξυρύγχων πόλεως ἣν ἔθετο διʼ ὑμῶν τῶι θ ἔτει θεοῦ Τραιανοῦ Μεχεὶρ ἐπὶ σφραγίδων διαθήκην, τοῦτο ἀξιωσάσης αὐτῆς, ἣν καὶ διʼ ἐμοῦ ἀνέλαβεν. ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαρμοῦθι κε. Πτολέμα Στράτωνος ἀνέλαβον τὴν προκειμένην μου διαθήκην ἐπὶ τῶν αὐτῶν σφραγίδων. Πέδων Καλλιστράτου ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. χρόνος ὁ αὐτός.