Ancient Greek
P.Oxy. 1 107
Documentary Papyri, P.Oxy. 1 107
Not analysed yet
…αρος Διονυσίου Σαραπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως Ὡρίωνι γραμματεῖ ἀγορανομίου τῆς αὐτῆς πόλεως, χαίρειν. ἀνέλαβον παρὰ σοῦ εἰς ἀκύρωσιν ἣν ἐθέμην διὰ τοῦ αὐτοῦ ἀγορανομίου ἐπὶ σφραγίδων διαθήκην τοῦ ἑκκαιδεκάτου ἔτους θεοῦ Τραιανοῦ μηνὶ Καισαρείῳ ἐπαγομένων πέμπτῃ, τοῦτο ἐμοῦ ἀξιώσαντος. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαμενὼθ τρίτῃ.