Ancient Greek
P.Oxy. 1 114
Documentary Papyri, P.Oxy. 1 114
Not analysed yet
…τὰς μακαλας ο…ποσ…μα. νῦν μελησάτω σοι λυτρώσασθαι τὰ ἐμὰ παρὰ Σαραπίωνα. κεῖται πρὸς β μνᾶς· πεπλήρωκα τὸν τόκον μέχρι τοῦ Ἐπεὶφ πρὸς στατῆρα τῆς μνᾶς· δερματικομαφόρτιν λιβάνινον, δερματικομαφόρτιν ὀνύχινον, χιτὼν καὶ μαφόρτιν λευκὸν ἀληθινοπόρφυρον, φακιάριον λακωνόσημον, λινούδιον ἐμπόρφυρον, ψέλια β, μανάκιν, λωδίκιν, Ἀφροδίτη, σκάφιν, ληκύθιν κασσιτέρινον, μέγα καὶ στάμνον. παρὰ Ὀνήτορα κόμισαι τὰ κλάνια τὰ β. πρὸς ὀκτὼ χέρας κείται ἀπὸ Τῦβι πέρυσι πρὸς στατῆρα τῆς μνᾶς. ἐὰν μὴ ἀρκεσθῇ τὸ κέρμα διὰ τὴν ἀμέλειαν τῆς κυρίας ἡμῶν Θεαγενίδος, ἐὰν οὖν μὴ ἀρκεσθῇ τὸ κέρμα, πώλησον τὰ ψέλια εἰς συμπλήρωσιν τοῦ κέρματος. ἄσπασαι πολλὰ Ἀίαν καὶ Εὐτυχίαν ἐρρῶσθαί σε εὔχομαι. καὶ Ἀλεξάνδραν. ἀσπάζεται Ἀίαν Ξάνθιλλα καὶ πάντας τοὺς αὐτῆς. …ἀπὸ Εὐνοίας.