Ancient Greek
P.Oxy. 1 115
Documentary Papyri, P.Oxy. 1 115
Not analysed yet
Εἰρήνη Ταοννώφρει καὶ Φίλωνι εὐψυχεῖν. οὕτως ἐλυπήθην καὶ ἔκλαυσα ἐπὶ τῶι εὐμοίρωι ὡς ἐπὶ Διδυμᾶτος ἔκλαυσα, καὶ πάντα ὅσα ἦν καθήκοντα ἐποίησα καὶ πάντες οἱ ἐμοί, Ἐπαφρόδειτος καὶ Θερμούθιον καὶ Φίλιον καὶ Ἀπολλώνιος καὶ Πλαντᾶς. ἀλλʼ ὅμως οὐδὲν δύναταί τις πρὸς τὰ τοιαῦτα. παρηγορεῖτε οὖν ἑαυτούς. εὖ πράττετε. Ἁθὺρ λ. Ταοννώφρει καὶ Φίλωνι.