Ancient Greek
P.Oxy. 1 117
Documentary Papyri, P.Oxy. 1 117
Not analysed yet
Χαιρέας Διονυσίωι τῶι κυρίωι ἀδελφῷ χαίρειν. καὶ κατʼ ὄψιν σὲ παρακέκληκα ὅπως ἀπαρτισθῇ τὸ ἐν τῇ βιβλιοθήκῃ μετεωρίδιν, καὶ τὴν πρᾶσιν τῶν παιδαρίων τῶν παιδίων ἀπαρτισθῆναι, καὶ τὴν πρᾶσιν τῶν οἰναρίων τοῦ ἄντα καὶ τῶν τοῦ πέρα διὰ σοῦ γενέσθαι, καὶ τὴν τιμὴν ἐν ἀσφαλεῖ γενέσθαι, ἄχρις ἂν παραγένωμαι. σπέρματα σικυδίων σπουδαῖα ἔπεμψα ὑμῖν διὰ Διογένους τοῦ φίλου Χαιρέου τοῦ πολιτικοῦ, ῥάκη δύο κατασεσημασμένα τῇ σφραγῖδι μου, ἐξ ὧν δώσεις τοῖς παιδίοις σου ἓν ἐξ αὐτῶν. τὴν ἀδελφὴν ἀσπάζου καὶ τὴν Κύριλλαν. Ῥοδόπη ὑμᾶς καὶ Ἀρσίνοος ἀσπάζονται. ἐρρῶσθαί σε εὔχομαι. Διονυσίωι γυμνασιάρχῳ παρὰ Χαιρέου λιμενάρχου.