Ancient Greek
P.Oxy. 1 118 Vo
Documentary Papyri, P.Oxy. 1 118
Not analysed yet
Σάρας καὶ Εὐδαίμων Διογένει τῷ υἱῷ χαίρειν. συμβουλευθέντες ὑπὸ τοῦ ἀξιολογωτάτου Ἀμμωνίωνος διὰ τὸ ἄδηλον τῆς ὁδοιπορίας πορθμεῖον μεταπέμψασθαι, ἐπέμψαμέν σοι ἐπίσταλμα ἵνʼ ἐὰν μὲν πεισθέντες σοι πέμψωσιν σοῦ παρόντος κατασχῇς ἃ δεῖ, εἰ δὲ μήγε, ἐπιστείλῃς τῷ τε στρατηγῷ καὶ τοῖς εἰρηνάρχαις ὑπὲρ τῆς ἀσφαλείας ἡμῶν καταχωρισθησόμενον. εἰδὼς δὲ ὁποία ἐστὶν καὶ ἡ ξενία, λαβὼν παρὰ τῶν ἱερέων ὀλίγον χ…ιν καὶ λιβανωτόν τινα συναγοράσας ἀγαθόν, ἐρχόμενος ἔνεγκε. ἀκούομεν ὅτι δύο ἡμέρας ἐν τῇ Ἡρακλεοπολίτη ἔχει, ὅθεν κατὰ τὴν προσοῦσάν σοι ἐπιμέλειαν σπεῦσον, ἔχων ὧν χάριν καὶ ὥρμησας· οὐδὲν γὰρ ὄφελος ὑστερήσαντος τῶν χρειωδῶν τῇ παρουσίᾳ αὐτοῦ. Ἀμμωνᾶς καὶ Διόσκορος οἱ μάγειροι ἀνεληλύθασιν εἰς τὸν Ὀξυρυγχείτην ὡς εὐθέως ἐξελευσόμενοι. ἐπεὶ οὖν βραδύνουσι μήποτε αὐτῶν χρεία γένοιτο εὐθέως αὐτοὺς ἐξέλασον. ἔρρωσό μοι εὐτυχῶς. ἔρρωσο ἐμοί τε καὶ σοὶ εὐτυχῶς. Διογένει.