Ancient Greek
136.r.30 to 136.v.52
Documentary Papyri, P.Oxy. 1 136.r.30-136.v.52
Not analysed yet
οἴκῳ τῆς ὑμῶν ὑπερφυείας καὶ τὰ δώδεκα νομίσματα Ἀλεξανδρείας τὰ ἐξ ἔθους παρεχόμενα ὑπὲρ παραμυθίας τῆς αὐτῆς προνοησίας, καὶ δέξασθαί με τὸ ἐμὸν ὀψώνιον κατὰ μίμησιν τοῦ πρὸ ἐμοῦ προνοητοῦ. δώσω δὲ τοὺς λόγους πάσης τῆς ἐμῆς ὑποδοχῆς τοῦ τε λήμματος καὶ ἀναλώματος, καὶ τὰ ἀπὸ τῶν λογοθεσιῶν ἀποπληρώσω, εἰ λοιπαδάριος φανείην ἀκολούθως ὡς εἴρηται τοῖς ἐμοῖς ἐνταγίοις. προσομολογῶ δὲ καὶ ἐγὼ Βίκτωρ ὁ ἐγγυητὴς ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι τὸν προγεγραμμένον Σερῆνον διάκονον προνοητὴν διδόντα πληροῦντα τὰ τῆς αὐτοῦ ὑποδοχῆς, καὶ εἰ λοιπαδάριος φανείη ἀκολούθως τοῖς αὐτοῦ πιττακίοις οἴκοθεν καὶ ἐξ ἰδίων μου διδόναι καὶ πληρῶσαι τὴν ὑμῶν ὑπερφύειαν, ἀποταττόμενος τῷ προνομίῳ τῶν ἐγγυητῶν, διαφερόντως δὲ τῇ νεαρᾷ διατάξει τῇ περὶ ἐγγυητῶν καὶ ἀντιφωνητῶν ἐκφωνηθείσῃ. καὶ ὑπεθέμεθα ἀμφότεροι εἰς τὸ δίκαιον τούτου τοῦ συναλλάγματος πάντα τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Σερῆνος διάκονος, υἱὸς τοῦ μακαρίου Ἀπολλώ, ὁ προγεγραμμένος, πεποίημαι τοῦτο τὸ συνάλλαγμα τῆς προγεγραμμένης προνοησίας κτήματος Ματρέου καὶ τῶν ἐν ταῖς κώμαις Ἐπισήμου καὶ Ἀδαίου καὶ τῶν ἐξωτικῶν τόπων, καὶ ἀποδώσω τοὺς λόγους μου, καὶ στοιχεῖ μοι πάντα τὰ ἐν αὐτῷ ὡς πρόκειται, ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. Βίκτωρ νομικάριος, υἱὸς τοῦ μακαρίου Ἰωάννου, ὁ προγεγραμμένος, ἐγγυῶμαι καὶ ἀναδέχομαι τὸν προγεγραμμένον εὐλαβέστατον Σερῆνον διάκονον καὶ προνοητὴν ἐν τούτῳ τῷ συναλλάγματι, καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. ὑπέγραψα χειρὶ ἐμῇ, ἀπέλυσα. διʼ ἐμοῦ Παπνουθίου συμβολαιογράφου ἐτελειώθη. di emu Papnutiu …sumbolaeografu eteliothe. συνάλλαγμα Σερήνου τοῦ εὐλαβεστάτου διακόνου υἱοῦ τοῦ μακαρίου Ἀπολλώ, μετʼ ἐγγυητοῦ τοῦ θαυμασιωτάτου Βίκτορος νομικαρίου, προστασίας κτήματος Ματρέου.