Ancient Greek
P.Oxy. 1 137
Documentary Papyri, P.Oxy. 1 137
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους γ, μετὰ τὴν ὑπατείαν τοῦ τῆς θείου λήξεως γενομένου ἡμῶν δεσπότου Τιβερίου Κωνσταντίνου ἔτους ϛ, Τῦβι ιε, ἰνδικτίονος β. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου, γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Πτολλίων υἱὸς Ἀνουθίου μητρὸς Νόννης, ὁρμώμενος ἀπὸ ἐποικίου Ἀμβιοῦτος τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ, ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην γῃδίου Ἀνιανοῦ ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν ἄξονος ἑνός ,ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι τὸν αὐτὸν ἄξονα παρασχεθῆναι, καὶ εὐθέως ἡ ὑμῶν ὑπερφύεια, πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων, τούτου τὴν τιμὴν κατελογίσατό μοι ἐν τοῖς πιττακίοις μου καινοῦ ἐπιτηδείου ἀντλητικοῦ εὐαρέστου. ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστιν Τῦβι πεντεκαιδεκάτη τῆς παρούσης δευτέρας ἰνδικτίονος, ὑδροπαροχίας καρπῶν τῆς σὺν θεῷ τρίτης ἐπινεμήσεως, τὸν δὲ αὐτὸν ἄξονα ἐξυπηρετούμενον τοῖς ποτισμοῖς ἐπὶ ἑπταέτη χρόνον, τὸν δὲ παλαιὸν δοθέντα τῷ θυρουρῷ. κυρία ἡ χειρογραφία ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Πτολλίων υἱὸς Ἀνουθίου, στοιχεῖ μοι αὕτη ἡ χειρογραφία ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ ἀγραμμάτου ὄντος. γίνεται ἄξων εἷς μόνος. di emu Papnutiu sunbolaeographu. χειρογραφία Πτολλίωνος υἱοῦ Ἀνουθίου ἀπὸ ἐποικίου Ἀμβιοῦτος, ὑποδοχῆς ἄξονος ἑνός.