Ancient Greek
P.Oxy. 1 141
Documentary Papyri, P.Oxy. 1 141
Not analysed yet
Ἰωάννης κόμης Φοιβάμμωνι οἰνοχειριστῇ· παράσχου τοῖς ἀπὸ Σεφὼ ἐνεγκοῦσι λάγανα διπλᾶ β, Διδύμῳ τέκτονι Ἀλεξανδρείας διπλοῦν α, καὶ τοῖς ἀπὸ Κεσμούχεως ἐνεγκοῦσι λάγανα διπλᾶ β, Μεγάλῳ ἀπὸ στατιοναρίων διπλοῦν α, τοῖς ἁλιεῦσι Κεσμούχεως διὰ Καλεωνίστου διπλοῦν α, τῷ θυρουρῷ τοῦ ἁγίου Ἰωάννου διὰ Φῖβ συμμάχου διπλοῦν α, τοῖς χωρικοῖς τοῦ Μάρτυρος διὰ Φῖβ συμμάχου διπλοῦν α, τοῖς ἀγροφύλαξι τοῦ μεγάλου εἰρηναρχείου φυλάττουσι τὸ ἀντιπέρα διπλᾶ ϛ, τοῖς χωρικοῖς ἐργάταις διπλᾶ β, γίνονται ὅλου τοῦ ἐπισταλέντος διπλᾶ δέκα ὀκτώ ἔτους ρπ ρμθ Χοιὰκ κβ ιβ ἰνδικτίονος γίνονται ὅλου διπλᾶ ιη μόνα σεσημείωμαι οἴνου διπλᾶ δέκα καὶ ὀκτὼ γίνονται οἴνου διπλᾶ ιη εἰς Φοιβάμμωνα οἰνοχειριστήν. μηνὶ Χοιὰκ κβ ιβ ἰνδικτίονος