Ancient Greek
P.Oxy. 1 142
Documentary Papyri, P.Oxy. 1 142
Not analysed yet
ἐνταγίον ἐμοῦ Ἀσκλᾶ ναύτου ἀπὸ Κόμα. μεμέτρημαι καὶ ἐνεβαλόμην εἰς τὰ ὑπʼ ἐμὲ πλοῖα διὰ τοῦ κυρίου Παμουθίου προνοητοῦ Λέοντος ὑπὲρ ἐμβολῆς τρεισκαιδεκάτης ἰνδικτίωνος, σίτου μέτρου καγκέλλου καθαροῦ ἀκάκου ἀρτάβας χιλίας τετρακοσίας ὀγδοήκοντα πέντε τέταρτον, γίνονται σίτου καγκέλλου ἀρτάβαι Αυπε δ, καὶ ὑπὲρ λόγου ναύλου Ἀλεξανδρίας ζυγῷ χρυσοῦ νομισμάτια ἕνδεκα καὶ κεράτια τρία ἥμισυ, γίνεται νομισμάτια ια κεράτια γ 𐅵ζυγῷ Ἀλεξανδρίας, ἔτους σια ρπ, Ἀθὺρ ιθ, ιγ. ὁ αὐτὸς Ἀσκλᾶς ναύτης, στοιχεῖ μοι τοῦτο τὸ πιττάκιον ὡς πρόκειται. πιττάκιον Ἀσκλᾶ ναύτου ιγ ἰνδικτίονος σίτου καγκέλλου ἀρταβῶν Αυπε δ καὶ ζυγῷ Ἀλεξανδρίας νομισματίων ια η μη.