Ancient Greek
P.Oxy. 1 156
Documentary Papyri, P.Oxy. 1 156
Not analysed yet
Ἀβραὰμ καὶ Νικήτην τοὺς γραμματηφόρους θελήσατε τάξαι βουκελλαρίους ἀπὸ ἀρχῆς τοῦ Φαρμοῦθι μηνὸς καὶ ἀπολῦσαι αὐτοῖς τὰς ἀννώνας, ἐπειδὴ οἴδατε ὅτι χρείαν ἔχομεν βουκελλαρίων. πάντως οὖν τοῦτο πράξατε καὶ μὴ ὑπέρθεσθε. τοῖς τὰ πάντα λαμπροτάτοις τιμῆς ἀξίοις χαρτουλαρίοις καὶ μειζοτέροις Θεόδωρος χαρτουλάριος καὶ σὺν θεῷ ἀντιγεοῦχος.