Ancient Greek
P.Oxy. 1 157
Documentary Papyri, P.Oxy. 1 157
Not analysed yet
ἐπειδὴ φιλονεικία γέγονεν μετοξὺ Παπνουθίου τοῦ μονάζοντος καὶ τοῦ γραμματέως τῆς Φοβώου ἐν Ὤφι τῇ κώμῃ ἕνεκεν τοῦ διαπείσματος τοῦ μέτρου τοῦ ἐμβαλομένου παρὰ τοῦ αὐτοῦ εὐλαβεστάτου Παπνουθίου, καταξιώσῃ ἡ σὴ ἀρετὴ ποιῆσαι γράμματα πρὸς τὸν εἰρημένον γραμματέα ἵνα ὑποδέξηται τὸ μέτρον ἀδιαστρόφως καὶ σφραγίσῃ τὸ διάπεισμα. καὶ ποιοῦμαι μετὰ τοῦ Ἀπιπᾶ ἐνταῦθα.