Ancient Greek
P.Oxy. 1 158
Documentary Papyri, P.Oxy. 1 158
Not analysed yet
δύο πλινθευταὶ ἀπὸ Τάμπετι ἠνέχθησαν ἐν τῇ Ἰβίωνος, καὶ παρακαλῶ τὴν ὑμετέραν λαμπρὰν γνησίαν ἀδελφότητα κελεῦσαι τῷ μείζονι τῆς αὐτῆς Τάμπετι λαβεῖν τὸ ἀσφαλὲς αὐτῶν ἵνα μὴ πάλιν φύγωσιν καὶ ἐάσωσιν τὸ ἔργον ἡμίσεον . ταῦτα γράψας πλεῖστα ὑμᾶς τοὺς λαμπροτάτους προσκυνῶ, παρακαλῶν ὑμᾶς ἐφʼ ἑκάστης γράψαι μοι τὰ περὶ τῆς ὑγιείας ὑμῶν τῶν λαμπροτάτων. δεσπότῃ ἐμῷ τὰ πάντα λαμπροτάτῳ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ φίλῳ Κοσμᾷ κόμετι μειζοτέρῳ Βίκτωρ.