Ancient Greek
P.Oxy. 1 40 Vo [1] descr.
Documentary Papyri, P.Oxy. 1 40
Not analysed yet
ἀντίγραφον ὑπομνηματισμοῦ Οὐαλερίου Εὐδαίμονος τοῦ ἡγεμονεύσαντος ἔτους …Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαμενὼθ α… ἐπερχομένου Ψάσνιος. προσελθόντος Ψάσνιος καὶ εἰπόντος· ἰατρὸς ὑπάρχων τὴν τέχνην τούτους αὐτοὺς οἵτινές με εἰς λειτουργίαν δεδώκασι ἐθεράπευσα, Εὐδαίμων εἶπεν· τάχα κακῶς αὐτοὺς ἐθεράπευσας. δίδαξον τὸν στρατηγὸν, εἰ ἰατρὸς εἶ δημοσιεύων ἐπιτηδείως, καὶ ἕξεις τὴν ἀλειτουργησίαν.