Ancient Greek
P.Oxy. 1 41
Documentary Papyri, P.Oxy. 1 41
Not analysed yet
…αρίας πανηγύρεως οὔσης …τοῖς Ῥωμαίοις εἰς αἰῶνα τὸ κράτος τῶν Ῥωμαίων, Αὔγουστοι κύριοι, εὐτύχει ἡγεμών, εὐτυχῶς τῷ καθολικῷ. ὠκεανὲ πρύτανι, ὠκεανὲ δόξα πόλεως, ὠκεανὲ Διόσκορε πρωτοπολῖτα, ἐπὶ σοῦ τὰ ἀγαθὰ καὶ πλέον γίνεται, ἀρχηγὲ τῶν ἀγαθῶν, ισιην φιλεῖ σε καὶ ἀναβαίνει εὐτυχῶς τῷ φιλοπολίτῃ, εὐτυχῶς τῷ φιλομετρίῳ, ἀρχηγὲ τῶν ἀγαθῶν, κτίστα τῆς πόλεως …ὠκεανὲ …ου… ψηφισθήτω ὁ πρύτανις ἐν τοιαύτῃ ἡμέρᾳ. πολλῶν ψηφισμάτων ἄξιος, πολλῶν ἀγαθῶν ἀπολαύομεν διὰ σέ, πρύτανι. δέησιν τῷ καθολικῷ περὶ τοῦ πρυτάνεως εὐτυχῶς τῷ καθολικῷ δεόμεθα, καθολικέ, τὸν πρύτανιν τῇ πόλει, εὐεργέτα καθολικέ, τὸν κτίστην τῇ πόλει, Αὔγουστοι κύριοι εἰς τὸν αἰῶνα· δέησιν τῷ καθολικῷ περὶ τοῦ πρυτάνεως, τὸν ἄρχοντα τοῖς μετρίοις, ἰσάρχοντα τοῖς …ς, τὸν ἄρχοντα τῇ πόλει, τὸν κηδεμόνα τῇ πόλει, τὸν φιλομέτριον τῇ πόλει, τὸν κτίστην τῇ πόλει, εὐτύχει ἡγεμών, εὐτύχει καθολικέ, εὐεργέτα ἡγεμών, εὐεργέτα καθολικέ, δεόμεθα, καθολικέ, περὶ τοῦ πρυτάνεως· ψηφισθήτω ὁ πρύτανις, ψηφισθήτω ἐν τοιαύτῃ ἡμέρᾳ. τοῦτο πρῶτον καὶ ἀναγκαῖον. ὁ πρύτανις εἶπεν, τὴν μὲν παρʼ ὑμῶν τιμὴν ἀσπάζομαι καί γε ἐπὶ τούτῳ σφόδρα χαίρω· τὰς δὲ τοιαύτας μαρτυρίας ἀξιῶ εἰς καιρὸν ἔννομον ὑπερτεθῆναι, ἐν ᾧ καὶ ὑμεῖς βεβαίως παρέχετε καὶ ἐγὼ ἀσφαλῶς λαμβάνω. ὁ δῆμος ἐβόησεν, πολλῶν ψηφισμάτων ἄξιος, τὸ νοκ…αν εἰς τὸ μέσον, Αὔγουστοι κύριοι, πᾶσι νῖκαι τοῖς Ῥωμαίοις εἰς αἰῶνα τὸ κράτος τῶν Ῥωμαίων. εὐτύχει ἡγεμών, σωτὴρ μετρίων, καθολικέ, δεόμεθα, καθολικέ τὸν πρύτανιν τῇ πόλει, τὸν φιλομέτριον τῇ πόλει, τὸν κτίστην τῇ πόλει· δεόμεθα, καθολικέ, σῶσον πόλιν τοῖς κυρίοις, εὐεργέτα καθολικέ, τὸν εὔφρονα τῇ πόλει, τὸν φιλοπολίτην τῇ πόλει. Ἀριστίων σύνδικος εἶπεν, τὴν απαίτησιν ὑμῶν παραθησόμεθα τῇ κρατίστῃ βουλῇ. ὁ δῆμος, δεόμεθα, καθολικέ, τὸν κηδεμόνα τῇ πόλει, τὸν κτίστην τῇ πόλει, στρατηγὲ πιστέ, εἰρήνη πόλεως. ὠκεανὲ Διοσκουρίδη, πρωτοπολῖτα, ὠκεανὲ Σεύθη, πρωτοπολῖτα, ἰσάρχων, ἰσοπολῖτα ἁγνοὶ πιστοὶ σύνδικοι, ἁγνοὶ πιστοὶ στρατηγοί, εἰς ὥρας πᾶσι τοῖς τὴν πόλιν φιλοῦσιν, Αὔγουστοι κύριοι εἰς τὸν αἰῶνα.