Ancient Greek
P.Oxy. 1 42
Documentary Papyri, P.Oxy. 1 42
Not analysed yet
Διοσκουρίδης λογιστὴς Ὀξυρυγχίτου. τῶν ἐφήβων σύμβλημα εἶναι αὔριον κδ, καὶ τὸ ἔθος ὁμοῦ τε καὶ ἡ πανήγυρις προάγουσα σημαίνει ὅτι προθυμότατα τοὺς ἐφήβους τὰ γυμνικὰ ἐπιδείκνυσθαι προσήκει, διπλῇ τῶν θεατῶν συνπαρεσομένων τῇ τέρψει. μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β, τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ, Τῦβι κγ. …