Ancient Greek
P.Oxy. 1 45
Documentary Papyri, P.Oxy. 1 45
Not analysed yet
Φανίας καὶ Ἡρακλᾶς καὶ Διογένης ὁ καὶ Ἑρμαῖος οἱ ἀσχολούμενοι τοὺς καταλοχισμοὺς τοῖς ἀγορανόμοις χαίρειν. Διογένους τοῦ Πτολεμαίου παρακεχωρημένου παρὰ Ταποτάμωνος τῆς Πτολεμαίου τοῦ Κολύλιδος, μετὰ κυρίου τοῦ θυγατριδοῦ Πλουτάρχου τοῦ Πλουτάρχου τοῦ Πλουτάρχου, καθʼ ὁμολογίαν γεγονυῖαν τῇ ἐνεστώσῃ ἡμέρᾳ τὴν ὑπάρχουσαν αὐτῇ περὶ κώμην Κορῶβιν ἐκ τοῦ Μενοιτίου κλήρου κατοικικῆς γῆς σιτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἄρουραν μίαν ἥμισυ τρίτον δωδέκατον ,γράφομεν ὑμῖν ἵνʼ εἰδῆτε. ἔρρωσθε. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Καισαρείου ἐπαγομένων ϛ. Ἡρακλᾶς σεσημείωμαι ἄρουραν μίαν ἥμισυ τρίτον δωδέκατον, γίνεται ἄρουρα α 𐅵γ ιβ. χρόνος ὁ αὐτός.