Ancient Greek
P.Oxy. 1 46
Documentary Papyri, P.Oxy. 1 46
Not analysed yet
Φανίας καὶ Διογένης ὁ καὶ Ἑρμαῖος οἱ ἀσχολούμενοι τοὺς καταλοχισμοὺς τοῖς ἀγορανόμοις χαίρειν. Ἀρθώθου πρεσβυτέρου Πεταρβεβήκιος τοῦ Ἀρθώθου, θέσει δὲ Ἀμπένδιος, ἱερέως Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων καὶ μοσχοσφραγιστοῦ, παρακεχωρημένου παρὰ τοῦ ὁμογνησίου αὐτοῦ ἀδελφοῦ Ἀρθώθου νεωτέρου, ἱερέως τῶν αὐτῶν θεῶν καὶ μοσχοσφραγιστοῦ, τὴν ὑπάρχουσαν αὐτῶι περὶ Παλῶσιν ἐκ τοῦ Ἀνδρονείκου κλήρου ἀπὸ κοινωνικῶν πρὸς τὸν παραχωρούμενον καὶ ἄλλους ἀρουρῶν κατοικικῆς γῆς σιτοφόρου σπορίμου ἐξ ὀρθογωνίου, ἄρουραν μίαν τέταρτον ἑβδομηκοστοδύο, διὸ γράφομεν ὑμῖν ἵνʼ εἰδῆτε. ἔρρωσθε. ἔτους γ Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ δ Σεβαστῇ.