Ancient Greek
P.Oxy. 1 49
Documentary Papyri, P.Oxy. 1 49
Not analysed yet
Θέων καὶ Θέων τοῖς ἀγορανόμοις χαίρειν. δὸς ἐλευθέρωσιν Ὡρίωνι δούλῳ ἠλευθερωμένῳ ὑπὸ τῆς ἑαυτοῦ δεσποίνης Σινθοώνιος τῆς Πεκύσιος τοῦ Ζωίλου μητρὸς Λουκίας Λογγείνου ἀπʼ Ὀξυρύγχων πόλεως ὑπὸ Δία Γῆν Ἥλιον ἐπὶ λύτροις δραχμῶν χ ἀργυρίου ἐπισήμου δραχμῶν ι. ἔρρωσο. ἔτους δ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Νέου Σεβαστοῦ β. Θέων, χρημάτισον. μηνὸς Νέου Σεβαστοῦ γ, ἀργυρίου ἐπισήμου δραχμῶν ι καὶ χαλκοῦ πρὸς ἀργύριον ταλάντων β χ.