Ancient Greek
P.Oxy. 1 48
Documentary Papyri, P.Oxy. 1 48
Not analysed yet
Χαιρήμων τῶι ἀγορανόμωι χαίρειν. δὸς ἐλευθέρωσιν Εὐφροσύνῃ δούλῃ ὡς ἐτῶν λε, οἰκογενεῖ ἐκ δούλης Δημητροῦτος, τῇ ἐλευθερουμένηι ὑπὸ Δία Γῆν Ἥλιον ἐπὶ λύτροις ὑπὸ τῆς ἑαυτῆς δεσπότιδος Ἀλοίνης τῆς Κώμονος τοῦ Διονυσίου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, μετὰ κυρίου τοῦ τοῦ μετηλλαχότος αὐτῆς γνησίου ἀδελφοῦ Διοσκώρου υἱοῦ Κόμωνος, ἀργυρίου ἐπισήμου δραχμῶν δέκα καὶ χαλκοῦ ταλάντων δέκα τρισχιλίων . ἔρρωσο. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαῶφι ιθ. Χαιρήμων, χρημάτισον …χ ερα …οι…δο Φαῶφι ιθ ……—…