Ancient Greek
P.Oxy. 1 52
Documentary Papyri, P.Oxy. 1 52
Not analysed yet
ὑπατείας Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων …Φλαουίῳ Λευκαδίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Θεωνίνου καὶ Ἥρωνος καὶ Διδύμου καὶ Σιλβανοῦ ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως δημοσίων ἰατρῶν. ἐπισταλέντες ὑπὸ τῆς σῆς ἐμμελείας ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Αὐρηλίου Διοσκόρου Δωροθέου ἀπὸ τῆς αὐτῆς πόλεως, ὥστε τὴν περὶ θυγατέρα αὐτοῦ καθὰ ᾐτιάσατο ἐκ τοῦ συμβάντος πτώματος τῆς οἰκίας αὐτοῦ διάθεσιν ἔγγραφον προσφωνῆσαι, ὅθεν παραγενόμενοι ἐπὶ τὴν τούτου οἰκίαν, ἐπείδαμεν τὴν παῖδα ἔχουσαν κατὰ τῶν ἰσχίων ἀμυχὰς μετὰ πελιωμάτων καὶ τοῦ δεξιοῦ γονατίου τραύματος· διὸ προσφωνοῦμεν. ὑπατείας τῆς προκειμένης Μεσορὴ …