Ancient Greek
P.Oxy. 1 53
Documentary Papyri, P.Oxy. 1 53
Not analysed yet
ρε Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν τεκτόνων τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως, διʼ ἐμοῦ Αὐρηλίου Εἰρηναίου Ἀπελλῆτος μηνιάρχου. ἐπεστάλην ὑπὸ τῆς σῆς ἐμμελείας ἐκ βιβλιδίων ἐπιδοθέντων ὑπὸ Αὐρηλίου Παλίσους λογογράφου τοῦ εὐτυχῶς ἐπισκευαζομένου θερμῶν δημοσίου βαλανείου, ὥστε περσίαν μίαν οὖσαν ἐν τῇ αὐτῇ πόλει ἐπιδεῖν καὶ ἐγγράφως προσφωνῆσαι τὴν ταύτης διάθεσιν. ὅθεν ἐπεῖδον τὴν περσίαν ἄκαρπον οὖσαν πολλῶν ἐτῶν διόλου ξηρανθεῖσαν καὶ μὴ δύνασθαι ἐντεῦθεν καρποὺς ἀποδιδόναι· ὅπερ προσφωνῶ. ὑπατείας Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων, Μεχεὶρ λ. Αὐρήλιος Εἰρηναῖος ἐπιδέδωκα προσφωνῶν ὡς πρόκιται. Αὐρήλιος Διονύσιος Σερήνου ἀπὸ τῆς αὐτῆς πόλεως τέκτων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.