Ancient Greek
P.Oxy. 1 59
Documentary Papyri, P.Oxy. 1 59
Not analysed yet
Ὀξυρυγχειτῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης πόλεως ἡ κρατίστη βουλή, διὰ Αὐρηλίου Ἀπόλλωνος τοῦ καὶ Διονυσίου γενομένου ὑπομνηματογράφου βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων γυμνασιαρχήσαντος πρυτανεύσαντος βουλευτοῦ ἐνάρχου πρυτάνεως, Αὐρηλίῳ Ἀπολλωνίῳ γενομένῳ ὑπομνηματογράφῳ στρατηγῷ, διὰ Αὐρηλίου Ἀσκληπιάδου γενομένου ὑπομνηματογράφου διαδόχου, τῷ φιλτάτῳ χαίρειν. ἐπίσταλμα ἐν ἡμῖν ἀνεγνώσθη τοῦ πρώην αἱρεθέντος Θεοδώρου ἀντὶ Ἀρείονος σκρείβα ἀπαντῆσαι ἐπὶ τὴν ἡγεμονίαν καὶ προσεδρεῦσαι τῷ ἀχράντῳ αὐτοῦ δικαστηρίῳ, διʼ οὗ ἐνέφαινεν ἑαυτὸν ἱερονίκην εἶναι, μὴ ὑποκεῖσθαι δὲ ἐξετάσεσιν εἴ τινα ἡ χρεία αδ…αιτοι…, καὶ κατὰ τοῦτον ἐχειρισάμεθα Αὐρήλιον Ἀπολλοθέωνα εἰς τοῦτο. ἵνʼ οὖν φανερὸν αὐτῷ γένηται καὶ ᾖ τάχος ἐκδημῆσαι δικαστηρίῳ δὲ …ον προσεδρεῦσαι ἐπιστέλλεταί σοι, φίλτατε. ἐρρῶσθαί σε εὐχόμεθα, φίλτατε. ἔτους η καὶ ἔτους ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν, Μεχεὶρ ιϛ. Αὐρήλιος Παποντὼς ὑπηρέτης βουλευτικὸς ἐπήνεγκα. ἔτους η καὶ ζ, Μεχεὶρ ιϛ.