Ancient Greek
P.Oxy. 1 60
Documentary Papyri, P.Oxy. 1 60
Not analysed yet
Ἑρμείας στρατηγὸς Ὀξυρυγχίτου τῇ κρατίστῃ βουλῇ διὰ τοῦ ἐνάρχου πρυτάνεως Εὐτροπίου τοῖς φιλτάτοις χαίρειν. ἀκολούθως τοῖς κελευσθεῖσι ὑπὸ τῆς ἀρετῆς τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Σαβινιανοῦ, χρείας οὔσης ἐπιμελητοῦ κρέως λιτρῶν Γ, κατακομιζομένων εἰς τὴν Νικόπολιν τοῖς ὑπὸ Οὐαλεριανὸν πραιπόσιτον νυνὶ ἐκεῖσε διατρίβουσι, ἵνʼ οὖν εἰδέναι ἔχοιτε καὶ ἤδη τοῦτον ἑλόμενοι φανερόν μοι καταστήσητε. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ, Μεσορὴ κδ. Γερόντιος ὑπηρέτης στρατηγοῦ ἐπήνεγκα. Μεσορὴ κδ.