Ancient Greek
P.Oxy. 1 61
Documentary Papyri, P.Oxy. 1 61
Not analysed yet
Αὐρήλιος Σαραπίων ὁ καὶ Ἀπολλωνιανὸς γενόμενος στρατηγὸς Ἀρσινοίτου νυνὶ στρατηγὸς Ἑρμοπολίτου διὰ Αὐρηλίου Ὡρίωνος γραμματέως Αὐρηλίῳ Διογένει καὶ τοῖς σὺν αὐτῷ δημοσίοις τραπεζίταις Ὀξυρυγχίτου τοῖς φιλτάτοις χαίρειν. διέγραψα ὑμῖν τῇ ἐνεστώσῃ ἡμέρᾳ διοικηθησομένας καθʼ ἑαυτὰς ἰδίας τάξεως ἄχρις ἂν διαγνωσθῇ ποῦ χωρεῖν ὀφείλουσιν, ὑπὲρ ἐπιτίμου βιβλίων αἰτηθέντων ἐνπροθέσμως μὴ καταχωρισθέντων ἀκολούθως τοῖς γραφεῖσιν ὑπὸ Σεπτιμίου Ἀρριανοῦ τοῦ κρατίστου διοικητοῦ, δραχμὰς δισχιλίας διακοσίας πεντήκοντα πέντε, γίνονται δραχμαὶ Βσνε, ὧν καὶ σύμβολον ἔσχον. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν, Ἀθὺρ κβ. Αὐρήλιος Σαραπίων ὁ καὶ Ἀπολλωνιανὸς διʼ ἐμοῦ Αὐρηλίου Ὡρίωνος γραμματέως διέγραψα τὰς προκειμένας δραχμὰς Βσνε.