Ancient Greek
P.Oxy. 1 73
Documentary Papyri, P.Oxy. 1 73
Not analysed yet
ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Ὑπερβερεταίου μηνὸς Καισαρίου ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἐπʼ ἀγορανόμων Διονυσίου καὶ Θέωνος καὶ Σαραπίωνος καὶ ἑτέρου Σαραπίωνος καὶ Πασίωνος. ἀπεγράψατο Θαμούνιον Ἀδράστου μητρὸς Ταναροοῦτος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ὡς ἐτῶν ν μέση μελίχρως μακροπρόσωπος οὐλὴ ποδὶ ἀριστερῷ, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Διονυσίου τοῦ Ἁρποκρατίωνος μητρὸς Ταυσαράπιος τῆς Πετοσοράπιος ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν νβ μέσου μελίχρωτος μακροπροσώπου οὐλὴ ὀφρύι ἀριστερᾷ, ἐν ἀγυιᾷ, ἣν ἐδήλου διʼ οὗ ἐπιδέδωκεν ὑπομνήματος καὶ ἧς πεποίηται χειρογραφίας ὑπάρχειν αὐτῇ κοπριαναίρετον δούλην ε…ον ὡς ἐτῶν ζ μελίχρωτα μακροπρόσωπον ἄσημον. ἀκολούθως ᾗ ἐδήλου τετελειῶσθαι εἰς αὐτὴν ὑπὲρ τῶν αὐτῶν σωμάτων ὁμολογίᾳ τετελειωμένῃ διὰ τοῦ καταλογείου τῷ ἑβδόμῳ ἔτει Αὐτοκράτορος …