Ancient Greek
P.Oxy. 1 74
Documentary Papyri, P.Oxy. 1 74
Not analysed yet
πρόβατα ιϛ αἶγα α ἄρνας ϛ. Ἀπολλωνίῳ στρατηγῷ καὶ οἷς καθήκει παρὰ Σαραπίωνος Ἡρώδου τοῦ Ἑξακῶντος ἀπʼ Ὀξυρύγχων πόλεως. τῶι διελθόντι ἔτει ἀπεγραψάμην ἐπὶ Ψώβθεως μέσης πρόβατα δέκα ἓξ αἶγα ἕνα ἄρνας ὀκτώ ,πρόβατα εἴκοσι τέσσαρα αἲξ εἷς ,ἐξ ὧν διεφθάρη πρόβατα ἓξ ἄρνες δύο ,καταλείπονται πρόβατα δέκα ἓξ αἶγα ἕνα ,ἃ καὶ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ιθ ἔτος καὶ τοὺς ἐπακολουθοῦντας ἀπὸ γονῆς ἄρνας τρεῖς ἃ νεμήσονται περὶ Ψῶβθιν καὶ διʼ ὅλου τοῦ νομοῦ διὰ νομέων Σαραπίωνος καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Ἄριστον Σεβαστὸν Γερμανικὸν Δακικὸν μὴ ἐψεῦσθαι. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Μεχεὶρ β. ιθ ἔτους ἀπογραφὴ προβάτων ιϛ αἰγὸς α ἀρνῶν γ.