Ancient Greek
P.Oxy. 1 95
Documentary Papyri, P.Oxy. 1 95
Not analysed yet
ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Παῦνι κθ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἀγαθὸς Δαίμων ὁ καὶ Διονύσιος Διονυσίου τοῦ Διονυσίου μητρὸς Ἑρμιόνης ἀπʼ Ὀξυρύγχων πόλεως Γαίῳ Ἰουλίῳ Γερμανῷ υἱῷ Γαίου Ἰουλίου Δομιτιανοῦ ἐν ἀγυιᾷ, ἐκμαρτυρεῖσθαι, διὰ ταύτης τῆς ὁμολογίας ἣν πεποίηται ὁ ὁμολογῶν Ἀγαθὸς Δαίμων ὁ καὶ Διονύσιος τῷ Ἰουλίῳ Γερμανῷ τῇ πέμπτῃ καὶ εἰκάδι μηνὸς Τῦβι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους ἰδιόγραφον πρᾶσιν τῆς ὑπαρξάσης αὐτῷ ἀγοραστῆς, πρότερον Ἡρακλείδου τοῦ καὶ Θέωνος Μάχωνος Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως, δούλης Διοσκοροῦτος ὡς ἐτῶν κε ἀσήμου, ἣν ἔκτοτε παρείληφεν παρʼ αὐτοῦ ὁ Ἰούλιος Γερμανὸς ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς, τιμῆς ἀργυρίου δραχμῶν χιλίων διακοσίων ,ἃς ἔκτοτε ἀπέσχεν ὁ Ἀγαθὸς Δαίμων ὁ καὶ Διονύσιος παρὰ τοῦ Ἰουλίου Γερμανοῦ ἐκ πλήρους ἅμα τῇ ἰδιογράφῳ πράσει· ἀφʼ ἧς ἐτάξατο ὁ Ἰούλιος Γερμανὸς τὰ εἰς τὸ ἐνκυκλῖον τῆς αὐτῆς δούλης Διοσκοροῦτος τέλη τῇ τρίτῃ μηνὸς Φαμενὼθ τοῦ αὐτοῦ ἔτους, ἀκολούθως τῷ ἐκδεδομένῳ αὐτῷ συμβόλῳ· τῆς βεβαιώσεως τῆς αὐτῆς δούλης Διοσκοροῦτος πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ Ἀγαθῷ Δαίμονι τῷ καὶ Διονυσίῳ, ὡς καὶ ἡ ἰδιόγραφος πρᾶσις περιέχει. ἣν ἐὰν συμβῇ παραπεσεῖν ἢ ἄλλως πως διαφθαρῆναι μὴ προσδεῖσθαι τὸν Ἰούλιον Γερμανὸν …ἀγορας ……ια…