Ancient Greek
P.Oxy. 1 96
Documentary Papyri, P.Oxy. 1 96
Not analysed yet
ε…λα. Διογένης ὁ σὺν ἄλλοις ἐπιτηρητὴς ἐνκυκλίου κα ἔτους Ἡρώδῃ καὶ μετόχοις δημοσίοις τραπεζίταις χαίρειν. δέξασθε παρὰ Χαιρημονίδος Ἀπολλωνίου τοῦ Ἡρακλείδου μητρὸς Ἀμμωναρίου ἀπʼ Ὀξυρύγχων πόλεως τέλος δούλου Πλουτίωνος, οὗ ἠγόρασεν παρὰ Ἀσκληπιάδου τοῦ καὶ Ἀπίωνος Ἀπίωνος τοῦ Ἀσκληπιάδου μητρὸς Ἀσκλεταρίου Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει ἀγορανομίου τῷ ἐνεστῶτι μηνὶ Ἀθύρ, δραχμὰς νβ. ἔτους κα Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἀθὺρ θ. Διογένης ὁ σὺν ἄλλοις ἐπὶ τῆς ἐνκυκλίου δέξασθε τὰς δραχμὰς νβ.