Ancient Greek
P.Oxy. 1 97
Documentary Papyri, P.Oxy. 1 97
Not analysed yet
…πα…αρ…α… αὐτόθεν συνεστακέναι τὸν ἀδελφὸν Νικάνορα κο…ν τὸν ὑπερ αὐτοῦ λόγον ποιησόμενον ἐπί τε πάσης ἐξουσίας καὶ παντὸς κριτοῦ περὶ ὧν προφέρονται ἔχειν πρὸς Μενεσθέα Ὥρου τοῦ Μενεσθέως ἀπὸ Σερύφεως, ἢ καὶ αὐτὸν πρὸς αὐτοὺς, περὶ ἧς ἀντεκατέστη αὐτοῖς ἐπὶ τοῦ τοῦ νομοῦ στρατηγοῦ Ἀπολλωνίου Θαισοῦτος τῆς καὶ Θαήσιος, ἣν προηνέγκαντο εἶναι μητρικὴν αὐτῶν δούλην, περὶ ἧς τὸ ζήτημα ὑπερετέθη ἐπὶ τὸν κράτιστον ἡγεμόνα Ῥουτίλιον Λοῦπον, καὶ πάντα ἐπιτελέσοντα καθὰ καὶ τῷ ὁμολογοῦντι ἐξῆν, εὐδοκεῖν γὰρ ἐπὶ τούτοις. κυρία ἡ ὁμολογία. Διογένης Ἀμμωνίου τοῦ Νικάνωρος συνέστησα τὸν ἀδελφὸν ἐμοῦ Νικάνωρα ἐπὶ πᾶσι τοῖς προκειμένοις. Νικάνωρ ἀδελφὸς εὐδοκῶ τῇ συστάσει. Διογένης ὡς ἐτῶν μ οὐλὴ πήχει ἀριστερῷ. Νικάνωρ ὡς ἐτῶν λβ ἄσημος …φ…