Ancient Greek
P.Oxy. 10 1255
Documentary Papyri, P.Oxy. 10 1255
Not analysed yet
Κλαυδίῳ Διοσκουρίδῃ τῷ καὶ Χαιρέᾳ γενομένῳ στρατηγῷ Διοπολίτου στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Παποντῶτος Θέωνος καὶ Ὥρου Ἀρχελάου ἀμφοτέρων κωμαρχῶν κώμης Ἰσίου Παγγᾶ τοῦ ἐνεστῶτος η ἔτους καὶ ζ ἔτους. ἐπιθεμένου σου ἡμῖν ὥστε ἐν ἀσφαλεῖ ἔχειν τοὺς καρποὺς ἐν ταῖς ἁλωνίαις ἔν τοῖς ἡμετέροις πεδίοις ἄχρις ἂν πληρωθῶσι οἱ δεκάπρωτοι τῶν ἑκάστου δημοσίων τελεσμάτων ἐκ πλήρους, κατὰ τοῦτο ὁμολογοῦμεν ὀμνύντες τὴν τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν τύχην ἐπιτηρεῖν καὶ μηδενὶ ἐπιτρέψαι ἐφάψασθαι ἕως ἂν ἕκαστος τὸ ἐποφειλόμενον μέτρον ἀποπληρώσῃ πρὸς τοὺς τῶν τόπων δεκαπρώτους, τῶν μετρημάτων γινομένων εἰς τὸ μηδεμίαν μέμψιν ἐπακολουθῆσαι, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔτους η καὶ ζ ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν Παῦνι ιθ. …