Ancient Greek
P.Oxy. 10 1256
Documentary Papyri, P.Oxy. 10 1256
Not analysed yet
……ν…ειασθ…νω… …λος Σαραπίωνος ἀμφοτέροις βιβλιοφύλαξι δημοσίων λόγων τοῦ Κυνοπολείτου ἄνω παρὰ Αὐρηλίων Πατερμούθιος Σαπρίωνος καὶ Καλαΰμιος Πετενούφιος ἀμφοτέρων κωμαρχῶν Λαύρας μετʼ ἄλλων. γραφὴ ἀφηλίκων υἱῶν ἱερέων τοῦ ἐνεστῶτος ζ ἔτους, ἔστι δέ· —ο —Αὐρήλιος Ἁρυώτης ἐκ πατρὸς Ἑρμανούβιος Ἁρβέως ἱερεὺς Ἀνούβιδος καὶ Λητοῦς καὶ τῶν συννάων θεῶν μεγίστων οἷς συνκαθίδρυται ναὸς θεοῦ Σεβαστοῦ Καίσαρος ἱερῶν πρωτολογίμων τῶν ὄντων ἐν Λαύρᾳ Κυνωνπολείτου, …τρις Θατρῆτος ἱέρεια τῶν αὐτῶν ἱερῶν. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Γοθικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ κα. Αὐρήλιοι Πατερμοῦθις καὶ Καλαλαῧμις κωμάρχαι Λαύρας ἐπιδεδώκαμεν. Αὐρήλιος Ἀντώνιος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. …Λαύρας μετʼ ἄλλων.