Ancient Greek
P.Oxy. 10 1258
Documentary Papyri, P.Oxy. 10 1258
Not analysed yet
…ήσιος τῶν ἀπὸ Ὀξυρύγχων πόλεως …Ἱπποδρόμου Σεκούνδωι πράκτορι δημοσίων τοῦ αὐτοῦ ἀμφόδου. ὀμνύω Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἔσεσθαί με ἐμφανῆ τῶι στρατηγῶι Ἀπολλωνίωι ἐπὶ τῆς ἔγγιστα ἀριθμήσεως τῶν δημοσίων ὄντα ἐκτὸς ἱεροῦ βωμοῦ τεμένους παντὸς ἀσύλου τόπου σκέπης πάσης. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία. ἔτους ἕκτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ ἐνάτηι.