Ancient Greek
P.Oxy. 10 1257
Documentary Papyri, P.Oxy. 10 1257
Not analysed yet
Ἐπιμάχου ὀνομασθέντος εἰς δεκαπρωτίαν λιβὸς τοπαρχίας τοῦ Ὀξυρυνχίτου νομοῦ παρήλικος ὄντος Θώνιος πατρῳὸς ὢν τοῦ Ἐπιμάχου ἐδιοίκησεν τὰ κατὰ τὴν δεκαπρωτίαν,καὶ τοῦ καιροῦ λήξαντος τῆς παραδόσεως σίτου Θέων ὁ καὶ Πλούταρχος γενόμενος ὑπομνηματογράφος νυνὶ δὲ στρατηγῶν τοῦ Τανίτου νομοῦ ἐπέστειλεν Δημητρίῳ πραγματευτῇ αὐτοῦ παραμετρῆσαι εἰς λόγον δημοσίων μετρημάτων ἀρτάβας ἐπὶ τοῦ ἔτους α ἔτους τῆς εὐτυχεστάτης ταύτης βασιλείας πεντακοσίας τῷ Θωνίῳ καὶ τῷ τούτου βοηθῷ Διονυσίῳ τῷ καὶ παρόντι. καὶ τοῦ μέτρου παραδοθέντος ὑπὸ τοῦ Δημητρίου ἀκόλουθα ποιῶν ὁ βοηθὸς παρέθετο τοῖς λόγοις τῆς δεκαπρωτίας, τοῦτʼ ἔστιν, τῷ χειριστικῷ οὗ προσέλαβε καὶ τῷ κατʼ ἄνδρα τῷ ἐν δημοσίῳ κατακειμένῳ διὰ τοῦ ἐπιδοθέντος συναιρέματος τοῦ δεκαπρώτου μηνιαίου Ἐπεὶφ τοῦ ἔτους α ἔτους. Ἀμμωνίου δὲ τοῦ κρατίστου ἐπείκτου δημοσίου σίτου τῷ Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ε ἔτους τῇ Ὀξυρυνχιτῶν πόλει α… ο… ὁ προειρημένος Ἐπίμαχος δεκάπρωτος προσαγαγὼν μ… ἐμὲ τὸν Μάξιμον ὡς ὀφειλόντος τοῦ Θέωνος τὰς πεντακοσίας ἀρτάβας ἐδεήσατο καὶ τὰ προσόντα αὐτῷ παραθέσθαι διὰ τῶν γενομένων ὑπομνημάτων ὑπὸ τοῦ στρατηγοῦ τοῦ νομοῦ ἐπὶ παρόντος Ἀμμωνίου τοῦ κρατίστου ὅτι αὐτῷ ἐμετρήθησαν τῷ λόγῳ τῆς δεκαπρωτίας.