Ancient Greek
P.Oxy. 10 1264
Documentary Papyri, P.Oxy. 10 1264
Not analysed yet
Αὐρηλίῳ …ῳ τῷ καὶ Ἀπολλωνίῳ γυμνασιαρχήσαντι τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως καὶ τῷ σὺν αὐτῷ ἀμφοτέροις βιβλιοφύλαξι παρὰ Ἰουλίου Θέωνος τοῦ καὶ Ζωίλου Γαΐου Ἰουλίου Ἀλεξάνδρου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυνχειτῶν πόλεως. τοῦ γενομένου ἐξ ἐντυχίας μου ἐπὶ τοῦ κρατίστου γενομένου διοικητοῦ Ἀνδρομάχου ὑπομνήματος περὶ τῆς ὑπούσης μοι ἀπὸ τῶν νόμων ἀσυλίας τὸ ἀντίγραφον ἐπιφέρων ὑμῖν ἐν δισσῷ ἐπιδίδωμι τὸ ὑπόμνημα πρὸς τὸ τὴν δέουσαν παράθεσιν γενέσθαι διὰ τῶν παρʼ ὑμῖν διαστρωμάτων τῷ ἡμετέρῳ ὀνόματι πρὸς τὸ πᾶσι δῆλα εἶναι τὰ ὑπόντα μοι τῆς εὐπαιδείας δίκαια, καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ ε ἔτους Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλλάθαου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου Αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων Φαμενὼθ η.