Ancient Greek
P.Oxy. 10 1265
Documentary Papyri, P.Oxy. 10 1265
Not analysed yet
μετὰ τὴν ὑπατείαν Ἰουλίου Κωνσταντίου πατρικίου ἀδελφοῦ τοῦ δεσπότου ἡμῶν Κωνσταντίνου Αὐγούστου καὶ Ῥουφίου Ἀλβίνου τῶν λαμπροτάτων. Φλαουίῳ Παιανίῳ τῷ καὶ Μακροβίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Θωνίου Δημητρίου ἀπὸ τῆς αὐτῆς πόλεως ἱερέως ἱεροῦ Διὸς καὶ Ἥρας καὶ τῶν συννάων θεῶν μεγίστων καὶ κωμαστοῦ θείων προτομῶν καὶ Νίκης αὐτῶν προαγούσης. ἐπέθετό μοι ἡ σὴ ἐμμέλεια ἐγγράφως δηλῶσαι πόθεν εἴην παρῃρηκὼς τὸ προκίμενον ἀξίωμα. κατὰ ταῦτα ὁμολογῶ ὀμνὺς τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Αὐτοκράτορός τε καὶ Καισάρων ἐκ διαδοχῆς τοῦ προειρημένου μου πατρὸς Δημητρίου ἐσχηκέναι τὸ αὐτὸ ἀξίωμα καὶ ἐκείνου τυγχάνοντος ἱερέως τῶν αὐτῶν ἱερέων καὶ κωμαστῶν θείων προτομῶν καὶ μηδὲν διεψεῦσθαι, ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῷ. ὑπατείας τῆς προκειμένης Φαμενὼθ λ. Αὐρήλιος Θώνιος ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται.